Εορτές 29 Απριλίου: Πάγκαλλη Πάγκαλλος Αγία Κέρκυρα Αγία Τέρτουλα Άγιος Ιάσονας Επίσκοπος Ταρσού Άγιος Σωσίπατρος Ιασωνίς Κέρκυρος Σωσιπάτρα
©ΤΕΗ - Τεκμαρτή Εορταστική Ημερομηνία: Αγεχόρη Αγέχορος Εριφύλη
Άλλες Σημερινές Εορτές: Ιωσήφ ο Πάγκαλος - Μεγάλη Δευτέρα Άγιος Ευσέβιος Άγιος Ιωάννης ο Καλοκτένης Άγιος Νέων Άγιος Σωσίπατρος Άγιος Φαυστιανός Ιακίσχολος Κυντιάνος Μαμμίνος Μαρσάλιος Οσία Αντωνία η παρθένα Όσιος Βασίλειος
ΙΔ Ολυμπιονικός Πινδάρου
> Τραγούδια ()

Τραγουδιστής: Ανδρεάτος Γεράσιμος
Συνθέτης: Ταμπούρης Πέτρος
Στιχουργός: Πίνδαρος
Χρονολογία:


Καφισίων ὑδάτων
λαχοῖσαι αἵτε ναίετε καλλίπωλον ἕδραν,
ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι
Χάριτες Ἐρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
κλῦτ’, ἐπεὶ εὔχομαι· σὺν γὰρ ὑμῖν τα τε τερπνὰ καί
τὰ γλυκέ’ ἄνεται πάντα βροτοῖς,
εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
οὐδὲ γὰρ Θεοὶ σεμνᾶν Χαρίτων ἄτερ
κοιρανέοντι χοροὺς οὔτε δαῖτας·
ἀλλὰ πάντων ταμίαι
ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι
πάρα Πύθιον Ἀπόλλωνα θρόνους,
αἰέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
ὦ πότνι’ Ἀγλαΐα
φιλησίμολπέ τ’ Εὐφροσύνα, Θεῶν κρατίστου
παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε
ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπ’ εὐμενεῖ τύχᾳ
κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον ἐν τρόπῳ
ἐν μελέταις τ’ ἀείδων ἔμολον,
οὕνεκ’ Ὀλυμπιόνικος ἁ Μινύεια
σεῦ ἕκατι. μελαντειχέα νῦν δόμον
Φερσεφόνας ἴθι, Ἀχοῖ, πατρὶ κλυτὰν
φέροισ’ ἀγγελίαν,
Κλεόδαμον ὄφρ’ ἰδοῖσ’, υἱὸν εἴπῃς
ὅτι οἱ νέαν κόλποις παρ’ εὐδόξοις Πίσας
ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν



Αναφορές σε ονόματα
©2024 names-n-gifts.com - Επικοινωνία