Εορτές 25 Απριλίου: Αγία Νίκη Άγιος Αννιανός Επίσκοπος Αλεξανδρείας Άγιος Μαουγάλδιος Ανία Βενετία Βενέτιος
©ΤΕΗ - Τεκμαρτή Εορταστική Ημερομηνία: -
Άλλες Σημερινές Εορτές: Άγιος Μακεδόνιος Άγιος Μακεδόνιος Β' Πατριάρχης Κωνσταντινούπολης Όσιος Βασίλειος ο Ησυχαστής Όσιος Σιλβέστρος της Ομπνόρα
Πρώτη πυθική ωδή
Ζεύς > Τραγούδια (4)

Τραγουδιστής:
Συνθέτης: Πίνδαρος
Στιχουργός: Πίνδαρος
Χρονολογία:


χρυσέα φόρμιγξ, Ἀπόλλωνος
καὶ ἰοπλοκάμων σύνδικον Μοισᾶν κτέανον:
τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά,
πείθονται δ᾽ ἀοιδοὶ σάμασιν,
ἁγησιχόρων ὁπόταν προοιμίων
ἀμβολὰς τεύχῃς ἐλελιζομένα.
καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις
ἀενάου πυρός. εὕδει δ᾽ ἀνὰ σκάπτῳ
Διὸς αἰετός, ὠκεῖαν πτέρυγ᾽
ἀμφοτέρωθεν χαλάξαις, ἀρχὸς οἰωνῶν,
κελαινῶπιν δ᾽ ἐπί οἱ νεφέλαν ἀγκύλῳ κρατί,
γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας:
ὁ δὲ κνώσσων ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς
ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης,
τραχεῖαν ἄνευθε λιπὼν
ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν
κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας,
ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.
ὅσσα δὲ μὴ πεφίληκε Ζεύς,
ἀτύζονται βοὰν Πιερίδων ἀΐοντα,
γᾶν τε καὶ πόντον κατ᾽ ἀμαιμάκετον
ὅς τ᾽ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,
Τυφὼς ἑκατοντακάρανος



Αναφορές σε ονόματα
©2024 names-n-gifts.com - Επικοινωνία